meleager
εἰς Ἀντίπατρον τὸν Σιδώνιονἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ
ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,
ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ᾽ ἐπ᾽ αὐτᾶς
βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος. [p. 234]
ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα
κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;
πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπμέπει ἀνδρὶ πενιχρῷ,
ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.
οὐ δοκέω: σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις
ἀθλοφόρον, νίκαν ποσσὶν ἀειράμενον.
οὐ ψαύω καὶ τῇδε: τί γὰρ ταχὺς εἴκελος ἀνὴρ
ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν
φοῖνιξ οὐ νίκαν ἐνέπει, πάτραν δὲ μεγαυχῆ
ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον
ὄρνις δ᾽, ὅττι γεγωνὸς ἀνήρ, καί που περὶ Κύπριν
πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας.
σκᾶπτρα δ᾽ ἔχει σύνθημα λόγου: θνάσκειν δὲ πεσόντα
οἰνοβρεχῆ, προπετὴς ἐννέπει ἀστράγαλος.
καὶ δὴ σύμβολα ταῦτα τὸ δ᾽ οὔνομα πέτρος ἀείδει,
Ἀντίπατρον προγόνων, φύντ᾽ ἀπ᾽ ἐρισθενέων.