previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


meleager
εἰς Ἀντίπατρον τὸν Σιδώνιον
στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ
ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι,
ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δ᾽ ἐπ᾽ αὐτᾶς
βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος. [p. 234]
ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα
κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος;
πρὸς δέ, τί λιτὸς τύμβος; ἐπιπμέπει ἀνδρὶ πενιχρῷ,
ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ.
οὐ δοκέω: σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις
ἀθλοφόρον, νίκαν ποσσὶν ἀειράμενον.
οὐ ψαύω καὶ τῇδε: τί γὰρ ταχὺς εἴκελος ἀνὴρ
ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν
φοῖνιξ οὐ νίκαν ἐνέπει, πάτραν δὲ μεγαυχῆ
ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον
ὄρνις δ᾽, ὅττι γεγωνὸς ἀνήρ, καί που περὶ Κύπριν
πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας.
σκᾶπτρα δ᾽ ἔχει σύνθημα λόγου: θνάσκειν δὲ πεσόντα
οἰνοβρεχῆ, προπετὴς ἐννέπει ἀστράγαλος.
καὶ δὴ σύμβολα ταῦτα τὸ δ᾽ οὔνομα πέτρος ἀείδει,
Ἀντίπατρον προγόνων, φύντ᾽ ἀπ᾽ ἐρισθενέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: