previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58] καὶ τί με δεῖ ποιεῖν ἀκριβῶς δίδαξον: ἀλλὰ καὶ τὸ βάπτισμα τί ἐστιν, τοὺς πιστεύοντας δέξασθαι ἔφης, κατ̓ ἀκολουθίαν αὐτῷ πάντα μοι γνώρισον. [p. 100] Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίνατο: Τῆς ἁγίας ταύτης καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ῥίζα ὥσπερ καὶ ἀσφαλὴς ὑποβάθρα τοῦ θείου βαπτίσματος ὑπάρχει χάρις, πάντων τῶν ἀπὸ γενέσεως ἁμαρτημάτων κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων 1 μολυσμάτων. οὕτω γὰρ Σωτὴρ ἐνετείλατο δἰ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, καὶ εἰς τὸ ἀρχαῖον ἐπανάγεσθαι ἀξίωμα, δἰ ἐντεύξεως δηλαδὴ καὶ τῆς σωτηρίου ἐπικλήσεως, ἐπιφοιτῶντος τῷ ὕδατι τοῦ ἁγίου Πνεύματος. βαπτιζόμεθα τοίνυν, 2 κατὰ τὸν λόγον τοῦ Κυρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος: καὶ οὕτως ἐνοικεῖ τοῦ ἁγίου Πνεύματος χάρις τῇ τοῦ βαπτισθέντος ψυχῇ, λαμπρύνουσα αὐτὴν καὶ 3 θεοειδῆ ἀπεργαζομένη, καὶ τὸ κατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν αὐτῇ ἀνακαινίζουσα: καὶ λοιπὸν πάντα τὰ παλαιὰ τῆς κακίας ἔργα ἀπορρίψαντες, συνθήκην πρὸς Θεὸν δευτέρου βίου καὶ ἀρχὴν καθαρωτέρας πολιτείας ποιούμεθα, ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων καὶ τῆς αἰωνίου σωτηρίας ἐπιλαβομένων. χωρὶς δὲ βαπτίσματος οὐκ ἔστι τῆς ἀγαθῆς ἐλπίδος ἐκείνης ἐπιτυχεῖν, κἂν πάντων

1 John iii. 5

2 Mat. xxviii. 19

3 Gen. i. 26; ix. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: