next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΡΟΟΙΜΙΟΝ

1 Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ, φησὶν θεῖος Ἀπόστολος: τὸ δὲ Πνεύματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαι 2 τῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενομένοις 3 μένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγραπται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶν ἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱ ἀπ̓ αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας: οἱ 4 μὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντες 5 ὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧν τὰς ἀριστείας καὶ τὰ κατορθώματα, τῶν τε δἰ [2] 6 αἵματος τελειωθέντων καὶ τῶν δἰ ἀσκήσεως τὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇ παραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειτα [p. 4] παραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστόλων καὶ μακαρίων Πατέρων τοῦ Χριστοῦ παρείληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν τοῦτο νομοθετησάντων. γὰρ πρὸς ἀρετὴν φέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶ μάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺς ἐπὶ τὸν Κύριον, ἀλλ̓ ἐκ τῆς τῶν παθῶν τυραννίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶν δεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς, τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστορίας τῶν ἐκείνην προωδευκότων, καὶ μᾶλλον ἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώσκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον. ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶ τραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενος ἧττον πείσειεν: ὑποδεικνύων δὲ πολλοὺς αὐτὴν ἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς καταλύσαντας, οὕτω πείσειε μᾶλλον καὶ αὐτὸν ἂν τῆς 7 πορείας ἅψασθαι. τούτῳ οὖν ἐγὼ στοιχῶν τῷ κανόνι, ἄλλως δὲ καὶ τὸν ἐπηρτημένον τῷ δούλῳ κίνδυνον ὑφορώμενος, ὅς, λαβὼν παρὰ τοῦ δεσπότου 8 τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε καὶ τὸ δοθὲν πρὸς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον, [3] ἐξήγησιν ψυχωφελῆ ἕως ἐμοῦ καταντήσασαν οὐδαμῶς σιωπήσομαι: ἥνπερ μοι ἀφηγήσαντο ἄνδρες εὐλαβεῖς τῆς ἐνδοτέρας τῶν Αἰθιόπων χώρας, οὕστινας Ἰνδοὺς οἶδεν λόγος καλεῖν, ἐξ ὑπομνημάτων ταύτην ἀψευδῶν μεταφράσαντες, ἔχει δὲ οὕτως. [p. 6]

1 Rom. viii. 14

2 Nazianz. Orat. do

3 Athanas., 386, 34

4 Heb. xii. 4

5 Mat. vii. 14

6 Luke xiii. 32

7 Gal. vi. 16; Phil. iii. 16

8 Mat. xxv. 24

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: