previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[53] καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον. Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις 1 συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου, ἀνδρὸς ἁγίου καὶ πάντων 2 τῶν προφητῶν ὑπερκειμένου. βαπτισθέντος δὲ αὐτοῦ, φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα: Οὗτός ἐστιν Υἱός μου ἀγαπητὸς ἐν εὐδόκησα. καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ̓ αὐτόν. 3 καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ 4 θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον. ὅθεν καὶ μαθητὰς ἐξελέξατο 5 δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε: καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι. 6 Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς [p. 94] καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων, ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο, μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν, 7 ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες:

1 Mat. iii. 13, 17

2 Mat. xi. 11

3 Mat. iv. 23

4 Acts ii. 22

5 Luke vi. 13

6 Mat. xx vii. 18

7 Matt xxvi. 47

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: