previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50] τοῖς στοιχείοις τῆς γῆς τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο: ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι Δημιουργὸν τοῦ παντὸς καὶ συνοχέα συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως, Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως ῾Θεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον̓, ἀλλ̓ οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδόξασε, [p. 88] καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν. διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν 1 Δεσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ 2 ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών,. ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων: δἰ ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας ῾οὕτω γὰρ λαὸς ἐκεῖνος τοῦ 3 Ἀβραὰμ ἀπόγονος ἐκέκλητὀ διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων: τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ̓ ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν. εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ

1 Exod. xix. 5

2 Tit. ii. 14

3 Exod. xiv. 21, 22, 29

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: