previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[34] οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος τούτου ἐπέλευσις. Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη: Πικρὸς βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῇ προσδοκίᾳ τοῦ ἀδήλου θανάτου, οὗ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει; καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῷ, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῷ: Ἆρά ποτέ με θάνατος καταλήψεται; καὶ τίς ἔσται μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ [p. 60] τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ̓ ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῷ πατρὶ τὰ αὐτῷ μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτῳ τινὶ πόθῳ καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῷ δυναμένῳ τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι. Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῷ συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: