previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[365] αὐτοῦ θεραπόντων ἐποίησε Κύριος. καὶ εἶδεν βασιλεύς τε Βαραχίας καὶ πᾶς ὄχλος τὰς δἰ αὐτῶν γενομένας δυνάμεις, καὶ πολλοὶ τῶν πέριξ ἐθνῶν, ἀπιστίαν νοσοῦντες καὶ τοῦ θεοῦ ἄγνοιαν, διὰ τῶν γινομένων ἐν τῷ μνήματι σημείων ἐπίστευσαν. καὶ πάντες οἱ ὁρῶντές τε καὶ ἀκούοντες τὴν ἀγγελομίμητον τοῦ Ἰωάσαφ πολιτείαν καὶ τὸν ἐξ ἁπαλῶν ὀνύχων διάπυρον αὐτοῦ πρὸς τὸν Θεὸν πόθον, ἐθαύμαζον δοξάζοντες ἐν πᾶσι τὸν θεόν, τὸν ἀεὶ συνεργοῦντα τοῖς ἀγαπῶσιν αὐτὸν καὶ μεγίσταις τούτους ἀμειβόμενον δωρεαῖς. Ἕως ὧδε τὸ πέρας τοῦ παρόντος λόγου, ὃν παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων [p. 610] ἀνδρῶν. γένοιτο δὲ ἡμᾶς, τοὺς ἀναγινώσκοντάς τε καὶ ἀκούοντας τὴν ψυχωφελῆ διήγησιν ταύτην, τῆς μερίδος ἀξιωθῆναι τῶν εὐαρεστησάντων τῷ Κυρίῳ, εὐχαῖς καὶ πρεσβείαις Βαρλαάμ τε καὶ Ἰωάσαφ τῶν μακαρίων, περὶ ὧν διήγησις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: