previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται; ἀποκρίθητι: Περὶ ὧν μοι χθὲς ὡμίλησας, βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι: εἰ γὰρ καὶ ποθεινή ἐστιν τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι: δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή: ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν: ὃν ἰδὼν βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ̓ αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν: κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώπους [p. 46] τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ορᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας, ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: