previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] δάκρυσι συγκεχυμένος ἁπλοϊκῶς ἀπεκρίνατο: 1 Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι: βουλὴν γὰρ ἀγαθὴν καὶ σωτήριον ἐβουλεύσω, ὅτι, κἂν δυσεύρετος τῶν οὐρανῶν βασιλεία, ἀλλ̓ ὅμως δεῖ 2 ταύτην πάσῃ δυνάμει ζητεῖν: ζητῶν γάρ, φησίν, εὑρήσει αὐτήν. δὲ τῶν παρόντων ἀπόλαυσις, κἂν τῷ φαινομένῳ τέρπῃ καὶ ἡδύνῃ, ἀλλὰ καλὸν αὐτὴν ἀπώσασθαι: ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι, καὶ οὓς εὐφραίνει ἑπταπλασίως αὖθις [p. 42] λυπεῖ. τά τε γὰρ ἀγαθὰ αὐτῆς τά τε λυπηρὰ 3 σκιᾶς ἐστιν ἀσθενέστερα, καί, ὡς ἴχνη νηὸς ποντοπορούσης ὀρνέου τὸν ἀέρα διερχομένου, θᾶττον ἀφανίζονται. δὲ τῶν μελλόντων ἐλπίς, ἣν κηρύττουσιν οἱ Χριστιανοί, βεβαία ἐστὶ καὶ ἀσφαλεστάτη: θλῖψιν δὲ ἔχει ἐν τῷ κόσμῳ. ἀλλὰ τὰ μὲν ἡμέτερα νῦν ἡδέα ὀλιγοχρόνια, ἐκεῖ δὲ ὅλως οὐδὲν κόλασιν μόνον προξενοῦντα καὶ τιμωρίαν εἰς αἰῶνας μὴ λυομένην: τὸ γὰρ ἡδὺ τούτων πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκές: τῶν δὲ Χριστιανῶν τὸ μὲν ἐπίπονον πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον ἀθάνατον. κατευθυνθείη οὖν ἀγαθὴ τοῦ βασιλέως βουλή: καλὸν γάρ, σφόδρα καλὸν τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι. Ἤκουσε ταῦτα βασιλεὺς καὶ λίαν ἐδυσχέραινε,

1 Dan. vi. 21

2 Luke xi. 10; Mat. vii. 8

3 Cp. Wisd. v. 9-11

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: