previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[358] τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῷ ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῇ παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῇ ἐν αὐτῷ τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς 1 περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῷ δοὺς ἐν 2 φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν 3 ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας, καὶ 4 λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων 5 φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν, πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.

1 Rom. xvi. 6

2 Ez. ix. 4, 6

3 Gen. xlix. 33

4 Athanas. *wita

5 Antonii § 92

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: