previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλααμ τε καὶ [350] Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, 1 ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει: καὶ τοῦτό μοι Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν: εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ 2 εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ σύντροφος καὶ ἡλικιῶτις [p. 584] ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς 3 ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων: ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα [351] οὕτως ἔσο, ὡς καθ̓ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, 4 καθάπερ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων: ἀλλ̓ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ̓ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ: τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ̓ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα: 5 τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ 6 ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι [p. 586] ὀλιγωρίας πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, 7 τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος: ἀλλὰ θαρσεῖτε: 8 ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν 9 ἀεί. μηδὲν μερίμνα: ἀλλ̓ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά [352] σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ 10 εἴρηκεν: Οὐ μή σε ἀνῶ, οὐδ̓ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῇ σκληρότητι τῆς ἀγωγῆς καὶ τῇ ὀλιγωρίᾳ τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ 11 Θεοῦ ἡμῶν: Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ὅταν δὲ πάλιν ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῇ πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ, τὸν σωτήριον προβαλοῦ λόγον, 12 ὡς θυρεόν, τὸν φάσκοντα: Ὅταν ποιήσητε πάντα 13 τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι 14 ἣν ὀφείλομεν τῷ Δεσπότῃ, ὑπὲρ ὧν δἰ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ ἔπαθεν ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσῃ; ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν; ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων. ταῦτα ἐννόει, [353] [p. 588] 15 λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ: 16 καί εἰρήνη τοῦ Θεοῦ, ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῷ Ἰησοῦ. Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ̓, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῷ τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῷ βίῳ μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτῳ 17 πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου, δυσωπῶ, συνέκδημον κἀμὲ τοῦ βίου [354] λαβεῖν. ναὶ πρὸς αὐτῆς τῆς ἐλπίδος ἧς ἔχεις ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, δεήθητι [p. 590] μηδεμίαν ἡμέραν μετὰ τὸν σὸν χωρισμὸν παροικεῖν τῷ βίῳ, καὶ εἰς τὸ πέλαγος ταύτης πλανᾶσθαι τῆς ἐρήμου. Ταῦτα τοῦ Ἰωάσαφ σὺν δάκρυσι λέγοντος, γέρων πράως ἀνακόπτων καὶ ὁμαλῶς, Οὐκ ὀφείλομεν, τέκνον, ἔφη, τοῖς ἀνεφίκτοις κρίμασι τοῦ Θεοῦ ἀνθίστασθαι. ἐγὼ γὰρ πολλὰ δεηθεὶς περὶ τούτου, καὶ τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ̓ ἀλλήλων, ἐδιδάχθην παρὰ τῆς αὐτοῦ ἀγαθότητος ὡς οὐκ ἔστι συμφέρον σὲ νῦν τὸ ἄχθος τῆς σαρκὸς ἀποθέσθαι: ἀλλὰ παραμεῖναι δεῖ τῇ ἀσκήσει, ἕως λαμπρότερον ἑαυτῷ τὸν στέφανον πλέξῃς. οὐ γὰρ ἀρκούντως ἀκμὴν ἠγωνίσω πρὸς τὴν ἡτοιμασμένην σοι μισθαποδοσίαν: ἀλλὰ δεῖ σε 18 κοπιάσαι μικρὸν ἵνα χαίρων εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ἐγὼ γὰρ ἐγγύς που τῶν ἑκατὸν λοιπόν εἰμι χρόνων, διατελέσας ἐν τῇ ἐρήμῳ ταύτῃ ἐνιαυτοὺς ἤδη πέντε καὶ ἑβδομήκοντα: σοὶ δέ, εἰ καὶ τοσοῦτον οὐκ ἐκταθήσεται χρόνος, ἀλλὰ πλησίον που γενέσθαι δεῖ, καθὼς κελεύει Κύριος, ἵν̓ ἐφάμιλλος ἀναδειχθῇς, καὶ 19 μηδὲν ὅλως ὑστερούμενος τῶν βαστασάντων τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. δέχου τοίνυν, φιλότης, τὰ τῷ Θεῷ δεδογμένα ἀσμένως. γὰρ αὐτὸς βεβούλευται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; καὶ καρτέρει τῇ ἐκείνου φυλαττόμενος χάριτι. Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς, [355] καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν [p. 592] ἡμέραν καθ̓ ἡμέραν, ἵνα πληρωθῇ ἐπὶ σοὶ τοῖς 20 φίλοις αὐτοῦ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾷ με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν. Ταῦτα εἰπὼν γέρων, καὶ πολλῷ πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ: ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν Βαρλαὰμ τῆς φύσεως ἀποδῷ, καί, τὸ πνεῦμα παραθεὶς τῷ Κυρίῳ, ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι. Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός, μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων [356] τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, φίλτατε υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ τράπεζα: πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας, [p. 594] ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε, καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω τὰ αἰώνιά τε καὶ ἄφθαρτα, καὶ ὅτι ἐγγίζει μισθὸς τῶν ἔργων [357] σου, καὶ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει 21 τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς θεσπέσιος βοᾷ Παῦλος: Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν: εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ 22 φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, Θεός μου, πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με 23 εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί [p. 596] με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην: ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας [358] τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῷ ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῇ παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῇ ἐν αὐτῷ τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς 24 περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῷ δοὺς ἐν 25 φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν 26 ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας, καὶ 27 λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων 28 φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν, πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.

1 1 Cor. iv. 15

2 Cp. Eph. iv. 13

3 Athanas. *wita Antonii § 5

4 Phil. iii. 13, 14

5 2 Cor. iv. 16-18

6 2 Tim. ii. 3

7 John xvi. 33

8 Phil. iv. 4, 6

9 Phil. iv. 6

10 Heb. iv. 5

11 Ps. lxxvii. 3

12 Eph. vi. 16

13 Luke xviii. 10

14 2 Cor. viii. 9

15 2 Cor. x. 5

16 Phil. iv. 7

17 Mat. xxii. 39

18 Mat. xxv. 23

19 Mat. xx. 12

20 John xiv. 23

21 Mat. xx. 1-16 2 Tim. ii. 11

22 1 Tim. vi. 15

23 Luke xvi. 9

24 Rom. xvi. 6

25 Ez. ix. 4, 6

26 Gen. xlix. 33

27 Athanas. *wita

28 Antonii § 92

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: