Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[335]
παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς
χάριτος αὐτοῦ, τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι
καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι.
1 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς
γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο.
καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν
βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν
τέλει. τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς
ἀληθῶς ἄξιον. περιστάντες γὰρ αὐτὸν ἅπαντες,
ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες καὶ τῇ διαιρέσει
μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ
πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν
ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον:
παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος. Οὐαὶ ἡμῖν,
ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας: δεσπότην
1 Acts xx. 36
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.