previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[333] 1 αὐτοὶ ἐλεηθήσονται: καί: Γίνεσθε οἰκτίρμονες, ὡς Πατὴρ ὑμῶν οὐράνιος οἰκτίρμων ἐστί. ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν 2 μεγίστῃ ὄντες ἀρχῇ. καὶ ἀληθῶς μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν: ἐν τούτῳ δὲ [p. 556] μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ἀλλὰ καὶ τὸ ὑπήκοον οὐδὲν οὕτως εἰς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιΐας χάρις διδομένη τοῖς χρῄζουσιν: γὰρ διὰ φόβον γινομένη θεραπεία κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένῳ τιμῆς ὀνόματι φενακίζουσα 3 τοὺς αὐτῇ προσέχοντας: καὶ τὸ ἀκουσίως ὑποτεταγμένον στασιάζει καιροῦ λαβόμενον: τὸ δὲ τοῖς δεσμοῖς τῆς εὐνοίας κρατούμενον βεβαίαν 4 ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν. διὸ εὐπρόσιτος ἔσο τοῖς δεομένοις, καὶ ἄνοιγε τὰ ὦτα τοῖς πενομένοις, ἵνα εὕρῃς τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεῳγμένην: οἷοι γὰρ τοῖς ἡμετέροις γινόμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν δεσπότην, 5 καὶ ὡς ἀκούομεν ἀκουσθησόμεθα, ὡς ὁρῶμεν ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος. προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν. Ἀλλὰ καὶ ἑτέραν ἄκουε ἐντολὴν σύζυγον τῆς 6 προτέρας: Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν: καί, 7 Ἐὰν οὐκ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα

1 Luke vi. 36

2 Agapet. c 37

3 Agapet. c. 35

4 Agapet. c. 8

5 Agapet. c. 23

6 Cp. Mat. vi. 15

7 Mk. xi. 26

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: