previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[327] ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ 1 Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ̓ χάρις αὐτοῦ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς [p. 546] ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι: καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν: ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε: μὴ ἐκκλίνητε δεξιὰ ἀριστερά: 2 καὶ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ̓ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, 3 ὑπολαβὼν βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ, ἐπ̓ εὐσεβείᾳ καὶ σεμνότητι

1 1 Cor. xv. 10

2 Rom. xv. 33

3 Acts xxi. 40

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: