previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[323] καθαροὶ γένεσθε: ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου: μάθετε καλὸν ποιεῖν: καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ: ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. μὴ φοβοῦ τοίνυν, πάτερ, μηδὲ δίσταζε: οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν: ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος. οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι. Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπᾴδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο. εἶτα ἐκτείνας πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῷ ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν αὐτὸς ἐγγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῷ Θεῷ 1 περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ [p. 540] σοῦ: νεκρὸς ἤμην τῇ ἁμαρτίᾳ, καὶ ἀνέζησα: ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην. τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων; Θεός ἐστιν ἀξίας σοι παρέχων τὰς ἀμοιβάς.

1 Cf. Luke xv. 6, 24, 32

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: