previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[281] πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου: καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾄδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης: Αὕτη ἀνάπαυσις τῶν δικαίων: αὕτη εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης: ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ. Ταῦτα εἶπον: καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους. 1 σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς: θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν 2 ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη: 3 καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ

1 Mat. viii. 12; xxii. 13

2 Is. lxvi. 24;

3 Mk. ix. 43-46, 48

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: