previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[274] τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι. Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῷ πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ̓ μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπολείας, οὐκ ᾔδει δαιμονικὴν εἶναι μηχανὴν 1 τὸ πρᾶγμα: ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῇ κόρῃ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῇ προσλαλεῖν λόγια, Σύνες, λέγων, γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῇ πλάνῃ ταύτῃ τῶν εἰδώλων καταφθαρῇς, ἀλλὰ τὸν Δεσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε [p. 460] τοῦ παντός, καὶ μακαρία ἔσῃ νυμφευθεῖσα τῷ ἀθανάτῳ νυμφίῳ: πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῇ γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ

1 2 Cor. xi. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: