previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[266] ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν: ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον: εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον. Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παῤ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα: Εἰ χειρώσασθαι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: