previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[265] καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον: καὶ εὖ σοι γένηται. 1 Οὕτω καυχησάμενος ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας ῾συμφθεγγέσθω 2 γὰρ ἡμῖν Δαυΐδ̓, ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι. ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα. Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ [p. 446] τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν βασιλεύς. καί φησι τῷ Θευδᾷ: Ἰδοὺ δή, καθὰ

1 Ps. lii. 1

2 Hab. ii. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: