previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[260] ἱερεύς, θείας ὢν χάριτος πεπληρωμένος, ἥσθη τε λίαν, καὶ παραχρῆμα, ὥσπερ ἔθος, κατηχήσας αὐτόν, δἰ ἡμερῶν οὐκ ὀλίγων τελειοῖ τῷ βαπτίσματι εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Ὑἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἔμεινε δὲ Ναχὼρ μετ̓ αὐτοῦ μετανοῶν ἀεὶ ἐφ̓ οἷς ἥμαρτε, καὶ εὐλογῶν 1 τὸν Θεὸν τὸν μὴ βουλόμενον ἀπολέσθαι τινά, ἀλλὰ πάντων τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ μετανοοῦντας φιλανθρώπως δεχόμενον. Ἕωθεν δὲ μαθὼν τὰ κατὰ τὸν Ναχὼρ βασιλεύς, καὶ ἀπογνοὺς ἧς εἶχεν ἐλπίδος ἐπ̓ αὐτῷ, ἰδὼν δὲ καὶ τοὺς σοφοὺς αὐτοῦ καὶ παράφρονας ῥήτορας οὕτως ἀνὰ κράτος ἡττηθέντας, [p. 436] ἐν ἀμηχανίᾳ ἦν. καὶ ἐκείνους μὲν ὕβρεσι δειναῖς καὶ ἀτιμίαις βαλών, οὓς δὲ καὶ βουνεύροις σφοδρῶς μαστιγώσας καὶ ἀσβόλῃ τὰς ὄψεις περιχρίσας, ἐξέβαλε τοῦ ἰδίου προσώπου: αὐτὸς δὲ καταγινώσκειν ἤρξατο τῆς τῶν ψευδωνύμων θεῶν ἀσθενείας, εἰ καὶ μὴ τελείως τῷ φωτὶ Χριστοῦ προσβλέψαι τέως ἠθέλησε. τὸ γὰρ τῆς περικειμένης αὐτῷ ἀχλύος παχὺ νέφος κατεῖχεν ἔτι τὰς ὁράσεις αὐτοῦ τῆς καρδίας. ἀλλ̓ οὖν οὐκ ἔτι τοὺς νεωκόρους ἐτίμα, οὔτε μὴν ἑορτὰς ἦγε καὶ σπονδὰς ἐπετέλει τοῖς εἰδώλοις: ἀλλὰ σαλευομένην εἶχε τὴν διάνοιαν ἀμφοτέρωθεν, ἔνθεν μὲν τῆς ἀσθενείας καταγινώσκων τῶν θεῶν αὐτοῦ, ἐκεῖθεν δὲ τὴν ἀκρίβειαν δεδοικὼς τῆς εὐαγγελικῆς πολιτείας καὶ δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν. πάνυ

1 Ez. xviii. 23

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: