previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τούτων ἀκούσας βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῇ πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος: ἀλλ̓ ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῷ παθῶν, ὑφ̓ 1 ὧν ὡς ἐν κημῷ κατείχετο καὶ χαλινῷ, τῷ φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῷ μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν [p. 386] βουλόμενος. καί φησι τῷ παιδί; Ἔδει μέν σε, τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν: ἀλλ̓ ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες, πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παῤ [233] ἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι, ἀλλ̓ ἀφόβως πάντας συνεισελθεῖν, κοινῇ διασκεψώμεθα γνώμῃ. καὶ , πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε: , πεισθέντες, σὺν ἑκουσίᾳ τῇ γνώμῃ τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε. δὲ φρόνιμος τῷ ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῷ ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη: Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας: αὐτὸς γὰρ ἀγαθὸς Θεὸς καὶ Δεσπότης δῴη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς: 2 ἐπ̓ αὐτῷ γὰρ πέποιθεν ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ̓ ἀδεῶς πάντας καθ̓ ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένῃ συζητήσει, [p. 388] μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσῃ γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς 3 μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ̓ αὐτὸν ἀρχὴν ὄντας, συνεκαλέσατο, καί τινας [234] οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο. Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας: Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες: οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῷ φόβῳ τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν: ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῷ λεληθότι τῷ Χριστῷ λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας. Προκαθίσας τοίνυν βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῷ τὸν υἱὸν ἐκέλευσεν. δέ, τῇ πρὸς τὸν πατέρα εὐλαβείᾳ καὶ τιμῇ τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν 4 οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἀσύνετος καρδία, καθώς φησιν 5 Ἀπόστολος: Δοκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, [235] καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι [p. 390] λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ̓ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. μὲν γὰρ 6 τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ 7 σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων: οἱ δὲ τοῖς 8 ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς 9 καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως. Ἄγεται τοίνυν Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος: καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ: ἐτέρα δὲ πάλιν σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν: Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν: τὰ ἡμέτερα κρατύναντας, καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ [236] ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παῤ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι: ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδου λώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, υἱὸς αὐτοῦ ἔφη: Κρῖμα δίκαιον σήμερον ἔκρινας, βασιλεῦ: κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. [p. 392] καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι: Οἶδας, Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ: καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς: εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ [237] σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων. Τούτων ἀκούσας Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς 10 ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα 11 τῷ βόθρῳ εἰργάσατο καὶ τῇ παγίδι 12 ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ̓ ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου [p. 394] τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν 13 εἰδώλων καὶ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο. Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, [238] συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, 14 παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας 15 ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῷ Ναχὼρ εἷς τῶν ῥητόρων, τῶν σὺν αὐτῷ πάντων διαφορώτατος: σὺ εἶ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτῃ περιβαλὼν τῇ πλάνῃ καὶ τῷ ἐσταυρωμένῳ διδάξας λατρεύειν; καὶ Ναχώρ: Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνῃ περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῷ ἀληθινῷ προσοικειωσάμενος Θεῷ. καὶ ῥήτωρ: Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβομένων, [p. 396] πῶς αὐτὸς γλῶσσαν κατ̓ αὐτῶν κινεῖς, καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾷς; Τίς δὲ ἀπόδειξις μὴ τούτους εἶναι θεούς, ἀλλὰ τὸν ἐσταυρωμένον; ὑπολαβὼν δὲ Ναχὼρ τὸν μὲν ῥήτορα ἐκεῖνον οὐδόλως ἀποκρίσεως ἠξίωσε: 16 κατασείσας δὲ τῇ χειρὶ τὸ πλῆθος σιγᾶν, ἀνοίξας [239] 17 τὸ στόμα αὐτοῦ, καθάπερ τοῦ Βαλαὰμ ὄνος, οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε: καί φησι πρὸς τὸν βασιλέα:

1 Ps. xxxii. 6

2 Ps. lvii. 1

3 Acts xix. 35

4 1 Cor. i. 20

5 Rom. 1. 21-23

6 Ps. xci. 9

7 Ps. lvii. 1

8 Ps. cxlvi. 2

9 Eph. vi. 12

10 Ps. vii. 16

11 Ps. xxxi. 5

12 Ps. xxxvii. 15

13 Numb. xxii.-xxiv.

14 Ps. lxiv. 3

15 Is. lix. 4

16 Acts xiii. 16

17 Numb. xxii. 28; 2 Pet. ii 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: