previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[215] ἀποβήσεσθαί σε καὶ παμπόνηρον ἄνδρα, ἀλαζόνα τε καὶ γονεῦσιν ἀπειθῆ. ἀλλὰ νῦν, εἰ τὴν ἐμὴν ἀκυρώσεις βουλὴν καὶ τῆς ἐμῆς ἀποστήσῃ υἱότητος, ὡς ἐχθρός σοι διατεθείς, ἐκεῖνα ποιήσω σοι, ἅπερ οὐδὲ πολεμίοις τις ἐνεδείξατο. Αὖθις δὲ ἐκεῖνος, Τί, φησίν, βασιλεῦ, εἰς ὀργὴν ἀνήφθης; ὅτι τοιούτων ἐγὼ ἠξίωμαι ἀγαθῶν, λελύπησαι; καὶ τίς ποτε πατὴρ ἐπὶ τῇ τοῦ υἱοῦ εὐτυχίᾳ ἀχθόμενος ὡράθη; πῶς πατὴρ τοιοῦτος, καὶ οὐκ ἐχθρός, λογισθείη; οὐκοῦν οὐδὲ ἐγὼ τοῦ λοιποῦ πατέρα μού σε καλέσω: ἀλλ̓ ἀποστήσομαί σου, ὥσπερ τις φεύγει ἀπὸ ὄφεως, εἰ γνώσομαι φθονεῖν σε τὴν ἐμὴν σωτηρίαν, εἰς ἀπώλειαν δὲ βιαίᾳ συνωθεῖν με χειρί. εἰ γὰρ βιάζειν με καὶ τυραννεῖν θελήσειας, καθὰ δὴ καὶ εἶπας, οὐδὲν ἄλλο κερδανεῖς, εὖ ἴσθι, τὸ ἀντὶ πατρὸς τύραννος καὶ φονεὺς κληθῆναι μόνον: ἐπεὶ ῥᾷόν σοι ἀετοῦ ἴχνεσιν ἐφικέσθαι καὶ κατ̓ αὐτὸν 1 τὸν ἀέρα διίπτασθαι, τὴν ἐμὴν μεταπείσειν εἰς Χριστὸν πίστιν, καὶ ἣν αὐτῷ ὡμολόγησα καλὴν ὁμολογίαν. ἀλλὰ σύνες, πάτερ, καί, τὴν λήμην καὶ ἀχλὺν ἀποτινάξας τῶν τοῦ νοὸς ὀμμάτων, ἀνάβλεψον

1 Cp. Prov. cxx. 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: