previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[210] τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ [p. 352] ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δἰ 1 ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς 2 ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν Δεσπότης θάνατον κατεδέξατο 3 καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας τυραννίς, ὅπως προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι

1 Mat. i. 23

2 Baruch. iii. 37

3 Phil. ii. 8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: