previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195] ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῷ τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ̓ αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες: καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ θηρία πονηρά τινα καὶ μισάνθρωπα: καὶ κρατοῦσι τοὺς ἄνδρας τῷ τε εἴδει καὶ τῇ καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας: καὶ τούτους σύροντες τῷ ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους φθεγξαμένους. δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων. Κατανοήσας δὲ αὐτοὺς Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ ῾ἐγίνωσκε γὰρ αὐτόν̓, συνεχύθη τῇ λύπῃ. λέγει δὲ πρὸς αὐτούς: Ποῦ ἔστιν ἀπατεὼν ἐκεῖνος, τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο: Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν: μηδὲ γένοιτο: φεύγει γὰρ ἡμᾶς τῇ τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει: ἄρχων ἔφη: Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ἐρημίτης: οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν διάβολος, μέσον ὑμῶν κατοικῶν καὶ παῤ ὑμῶν λατρευόμενός τε [p. 330] καὶ θεραπευόμενος. ἄρχων λέγει: Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν: δὲ μοναχός: Καὶ ἵνα τί,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: