previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοιούτοις οὖν ἠθικοῖς ῥήμασι νουθετήσας τιμιώτατος γέρων τὸν τοῦ βασιλέως υἱόν, εἰς τὴν [179] ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώμονα [p. 302] κατέστησεν βασιλεὺς ἐπὶ τοῦ παλατιου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν: Οἶδας πάντως, δέσποτα, ὅσος ἐπ̓ ἐμοὶ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου πρὸς αὐτὸν πίστις: διό με ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας, πρὸς ἣν λίαν ἀπεχθῶς σὸς πατὴρ διάκειται: καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν: εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου, ὡς ἂν μὴ μεμπτέος , καὶ ἄλλον [180] αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα. δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν: Τοῦτο πρὸ πάντων, Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας: καὶ εἶθ̓ οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι: Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ̓ οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου [p. 304] διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν: καὶ αὖθις ἐμέμνητο [181] τῶν λυπηρῶν, ὅσα μετὰ τὴν ἐκείνων ἀποτυχίαν κατέλαβεν ἀθλίως ἡμᾶς. ἐπὶ τούτοις τὰ τῆς φιλανθρωπίας ἐπῆγεν, ὅπως τῆς ἡμετέρας φροντίζων Δημιουργὸς σωτηρίας διδασκάλους ἀπέστειλε καὶ προφήτας τὴν τοῦ Μονογενοῦς κηρύττοντας σάρκωσιν: ἔπειτα καὶ τὴν ἐκείνου κάθοδον, τὴν ἐνανθρώπησιν, τὰς εὐεργεσίας, τὰ θαύματα, καὶ τὰ ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων παθήματα, τὸν σταυρόν, τὴν λόγχην, τὸν ἑκούσιον θάνατον: τέλος, τὴν ἐπανόρθωσιν ἡμῶν, τὴν ἀνάκλησιν, τὴν εἰς τὸ πρῶτον ἀγαθὸν ἐπάνοδον: μετὰ ταῦτα, τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν βασιλείαν, τὴν ἀποκειμένην τοῖς φαύλοις βάσανον, τὸ μὴ σβεννύμενον πῦρ, τὸ μὴ λῆγον σκότος, τὸν ἀθάνατον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. ταῦτα διεξελθὼν καὶ εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον τελέσας, πολλά τε περὶ καθαρότητος βίου διαλεχθείς, καὶ τῆς τῶν παρόντων ματαιότητος καταγνούς, τὴν ἀθλιότητά τε τῶν τούτοις προστετηκότων διελέγξας, εἰς εὐχὴν κατέληξε. καὶ ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν, μέν, τέλος ἐπιθεὶς τῇ εὐχῇ, πρὸς τὴν ξενίαν αὖθις ἀπῄει. [p. 306] δὲ τοῦ βασιλέως υἱός, τὸν Ζαρδὰν προσκαλεσάμενος καὶ τὴν αὐτοῦ γυμνάζων διάθεσιν, ἔφη: Ἤκουσας ὁποῖά μοι σπερμολόγος οὗτος διαλέγεται, ἀπατῆσαί με ταῖς κεναῖς αὐτοῦ πιθανολογίαις πειρώμενος καὶ ἀποστερῆσαι τῆς τερπνῆς ταύτης εὐφροσύνης καὶ ἀπολαύσεως, καὶ ξένῳ λατρεῦσαι Θεῷ; δὲ Ζαρδάν: Τί σοι ἔδοξεν, ἔφη, βασιλεῦ, [182] πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός: εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις. καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα: ἀλλ̓ ἐξ ὅτου σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ̓ ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς πρὸς σὲ παραχωρήσας εἰσόδου; Ἔφη δὲ πρὸς αὐτὸν τοῦ βασιλέως υἱός: Ἐγὼ μέν, τῆς πολλῆς σου πρός με εὐγνωμοσύνης μηδεμίαν ἄλλην ἀξίαν ἀμοιβὴν γινώσκων, ταύτην καὶ ὑπεραξίαν εὑρηκὼς ἐπ̓ εὐεργεσίᾳ τῇ σῇ, κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε εἰς γεγένησαι καὶ τὸν Δημιουργὸν ἐπιγνῶναι ἀπολιπόντα τε τὸ σκότος τῷ φωτὶ προσδραμεῖν: καὶ ἤλπιζον ἅμα [183] [p. 308] τῷ ἀκοῦσαί σε πόθῳ ἀσχέτῳ τούτῳ ἀκολουθῆσαι. ἀλλ̓ ἐψεύσθην, καθὼς ὁρῶ, τῆς ἐλπίδος, χλιαρῶς σε βλέπων πρὸς τὰ λαληθέντα διακείμενον. τῷ δὲ βασιλεῖ καὶ πατρί μου εἰ ταῦτα δηλώσεις, οὐδὲν ἕτερον ποιήσεις μερίμναις αὐτοῦ καὶ λύπαις τὴν ψυχὴν ἀηδίσεις. ἀλλ̓, εἴπερ αὐτῷ εὐγνωμονεῖς, μηδόλως ἄχρι καιροῦ τοῦ προσήκοντος ἀναγγείλῃς τι περὶ τούτων. ταῦτα 1μὲν πρὸς αὐτὸν λαλήσας, ἐφ̓ ὑδάτων ἐδόκει σπείρειν: εἰς ψυχὴν γὰρ ἀσύνετον οὐκ εἰσελεύσεται σοφία. Τῇ ἐπαύριον δὲ Βαρλαὰμ ἐλθὼν τὰ τῆς ἀποδημίας ὡμίλει: δέ, τὸν τούτου μὴ φέρων χωρισμόν, τὴν ψυχὴν ἠνιᾶτο καὶ δακρύων τοὺς ὀφθαλμοὺς ἐπεπλήρωτο. πολλὰ δὲ γέρων αὐτῷ διαλεχθείς, καὶ ἀκλόνητον διαμένειν ἐν τῷ ἀγαθῷ μαρτυράμενος, λόγοις τε παρακλητικοῖς στηρίξας αὐτοῦ τὴν καρδίαν, ἱλαρῶς αὐτὸν ἐξαποστεῖλαι ἠξίου: ἅμα δὲ καὶ προέλεγεν οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ. δὲ τοῦ βασιλέως υἱός, μὴ δυνάμενος ἐπὶ πλεῖον κόπους τῷ γέροντι παρέχειν καὶ τῆς ποθουμένης αὐτὸν κωλύειν ὁδοῦ, ἅμα δὲ καὶ ὑφορώμενος μὴ [184] δῆλα τὰ περὶ αὐτὸν Ζαρδὰν ἐκεῖνος τῷ βασιλεῖ ποιήσηται καὶ τιμωρίαις αὐτὸν ὑποβάλῃ, λέγει πρὸς αὐτόν: Ἐπείπερ σοι τοῦτο ἔδοξε, πάτερ πνευματικὲ καὶ διδασκάλων ἄριστε καὶ καλοῦ παντὸς ἐμοὶ πρόξενε, τοῦ καταλιπεῖν με τῇ τοῦ κόσμου ματαιότητι συναναστρέφεσθαι καὶ σὲ πορευθῆναι εἰς τὸν τῆς πνευματικῆς ἀναπαύσεως τόπον, οὐκ ἔτι σε κατέχειν καὶ παρεμποδίζειν τολμῶ. ἄπιθι οὖν τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος, [p. 310] καὶ τῆς ἐμῆς ἀθλιότητος ἐν ταῖς τιμίαις σου εὐχαῖς διὰ παντὸς μέμνησο διὰ τὸν Κύριον, ἵνα δυνηθῶ καταλαβεῖν σε καὶ τὸ σὸν βλέπειν τίμιον πρόσωπον πάντοτε. ποίησον δέ μου μίαν αἴτησιν: καί, ἐπείπερ οὐκ ἠθέλησάς τι λαβεῖν ὑπὲρ τῶν συνασκητῶν σου, δέξαι κἂν ὑπὲρ σεαυτοῦ μικρόν τι χρῆμα εἰς διατροφὴν καὶ ἱμάτιον εἰς ἀμφίασιν. δὲ πρὸς αὐτὸν ἀπεκρίνατο: Εἰ ὑπὲρ τῶν ἀδελφῶν μου οὐκ ἐδεξάμην τι παρὰ σοῦ ῾οὐδὲ γὰρ ἐκεῖνοι χρῄζουσιν ἐπιλαβέσθαι τῶν ὑλῶν τοῦ κόσμου ὧν ἑκόντες ἐμάκρυναν̓, πῶς ἐμαυτῷ περιποιήσομαι ὅπερ ἐκείνοις ἀπηγόρευσα; εἰ μὲν γὰρ καλὸν ἦν τῶν χρημάτων κτῆσις, ἐκείνοις ἂν πρὸ ἐμοῦ τούτων μετέδωκα: ἐπεὶ δὲ ὀλεθρίαν τὴν αὐτῶν ἐπίσταμαι κτῆσιν, οὔτε ἐκείνους, οὔτε μὴν ἐμαυτὸν τοῖς τοιούτοις ὑποβαλῶ βρόχοις. Ὡς δὲ καὶ ἐν τούτῳ πείθειν οὐκ εἶχε, δευτέρας ἱκετηρίας ἀρχή, καὶ δευτέραν πάλιν αἴτησιν ποιεῖται, μὴ πάντη αὐτοῦ παριδεῖν τὰς δεήσεις, μηδὲ [185] πᾶσαν αὐτῷ καταχέαι τὴν ἀθυμίαν, ἀλλὰ καταλιπεῖν αὐτῷ τὸ ἐρρικνωμένον ἱμάτιον ἐκεῖνο καὶ τραχὺ παλλίον, ἅμα μὲν εἰς μνήμην τῆς τοῦ διδασκάλου ἀσκήσεως, ἅμα δὲ εἰς φυλακτήριον αὐτῷ ἀπὸ πάσης σατανικῆς ἐνεργείας, λαβεῖν δὲ παῤ αὐτοῦ ἕτερον ἀντ̓ ἐκείνου: Ὡς ἄν, τὸ παῤ ἐμοῦ, φησί, δοθὲν ὁρῶν, τὴν ἐμὴν ἐπὶ μνήμης φέρῃς ταπεινότητα. δὲ γέρων ἔφη: Τὸ μὲν παλαιὸν καὶ διερρωγὸς δοῦναί σοι καὶ λαβεῖν καινὸν ἔνδυμα, οὐ θέμις, ἵνα μὴ τοῦ μικροῦ κόπου μου τὴν ἀμοιβὴν ἐνθάδε ἀπολαβεῖν κατακριθῶ: ἵνα δέ σου τὴν [p. 312] προθυμίαν μὴ ἐγκόψω, παλαιὰ καὶ μηδὲν τῶν ἐμῶν διαφέροντα ἔστωσαν τὰ διδόμενά μοι παρὰ σοῦ. ζητήσας δὲ τοῦ βασιλέως υἱὸς τρίχινα ῥάκη παλαιά, καὶ ταῦτα δοὺς τῷ γέροντι, τὰ ἐκείνου λαβὼν ἔχαιρε, πάσης πορφύρας καὶ βασιλικῆς ἁλουργίδος τιμιώτερα ταῦτα ἀσυγκρίτως ἡγούμενος. δὲ θειότατος Βαρλαάμ, ἀπιέναι ὅσον οὔπω βουλόμενος, τὰ τῆς ἐκδημίας ὡμίλει, καὶ τελευταίαν αὐτῷ διδασκαλίαν προσῆγεν: Ἀδελφέ, λέγων, ἠγαπημένε καὶ τέκνον γλυκύτατον, διὰ 2 τοῦ Εὐαγγελίου ἐγέννησα, οἶδας τίνι ἐστρατεύθης βασιλεῖ καὶ πρὸς τίνα τὰς ὁμολογίας σου διέθου. δεῖ οὖν βεβαίας ταύτας φυλάξαι, καὶ τὰ τῆς στρατείας προθύμως τελέσαι, ὅσα ὑπέσχου ἐν τῇ τῆς ὁμολογίας χάρτῃ τῷ πάντων Δεσπότῃ, [186] πάσης παρούσης τῆς ἐπουρανίου στρατιᾶς καὶ συμμαρτυρούσης, ἅμα δὲ καὶ ἀπογραφομένης τὰ ὁμολογηθέντα, ἅτινα φυλάττων μακάριος ἔσῃ. μηδὲν οὖν τῶν παρόντων Θεοῦ καὶ τῶν αὐτοῦ προκρίνῃς ἀγαθῶν. τί γὰρ ἂν οὕτω φοβερὸν εἴη τῶν παρόντων, ὡς γέεννα πυρὸς αἰωνίου, μήτε τοῦ καίοντος ὅλως φῶς ἔχοντος, μήτε τοῦ κολάζοντός ποτε λήγοντος; τί δὲ πάλιν τῶν τοῦ κόσμου καλῶν τηλικοῦτον εὐφράνοι, ὡς Θεὸς αὐτὸς ἐκεῖνος τοῖς ἀγαπήσασι χαριζόμενος; οὗπερ τὸ κάλλος μὲν ἄφατον, δυναστεία δὲ ἄμαχος καὶ δόξα ἀΐδιος: οὗπερ τὰ ἀγαθά, τὰ τοῖς αὐτοῦ φίλοις ἀποκείμενα, πάντων τῶν ὁρωμένων ἀσυγκρίτως ὑπερέχει, 3 ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη: ὧν κληρονόμος [p. 314] ἀναδειχθείης, τῇ τοῦ Θεοῦ φρουρούμενος κραταιοτάτῃ χειρί. δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, [187] ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος: Καὶ τίς μοι, φησίν, πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου; ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας 4 τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις: καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, 5 ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι. μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν: καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος, μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας. δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας: Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φωτίσας τὰ πρὶν ἐσκοτισμένα, καὶ τὴν ὁρατὴν [188] ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος [p. 316] παραγαγών, τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δἰ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα: ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δἰ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι: 6 ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης: ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ 7 τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ̓ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός. [189] εἰρήνην τε αὐτῷ ἐπευξάμενος καὶ σωτηρίαν αἰώνιον, ἐξῆλθε τοῦ παλατίου, καὶ ἀπῄει χαίρων καὶ εὐχαριστῶν τῷ Θεῷ, τῷ εὐοδώσαντι τὴν ὁδὸν αὐτοῦ εἰς ἀγαθόν. [p. 318]

1 Cp. Theogn. 106, 107

2 1 Cor. lv 15

3 1 Cor. 11. 9

4 Mat. xviii. 12

5 Cp. Luke i. 79; Ps. Ixxxviii. 5

6 Cp. Ps. lxxx. 14

7 Ps. cxliii. 10

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: