previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅθεν μοι ταύτης ἐργάτης διηγήσατό τις, ὅτι Μετὰ τὸ προσλαβέσθαι με τὴν θείαν θεωρίαν ἐν ἕξει βεβαιοτάτῃ καὶ τῇ ταύτης μελέτῃ ποιωθῆναι τὴν ψυχήν, βουληθείς ποτε ἀπόπειραν αὐτῆς ποιήσασθαι, κατέσχον τὸν νοῦν μου, μὴ συγχωρήσας τῇ κατ̓ ἔθος ἐπιβαλεῖν μελέτῃ: καὶ ἔγνων αὐτὸν ἀνιώμενον καὶ δυσφοροῦντα καὶ πρὸς αὐτὴν ἀσχέτῳ ἐπειγόμενον πόθῳ, μηδόλως δὲ πρὸς ἐναντίαν τινὰ ἐνθύμησιν ἀποκλῖναι ἰσχύοντα: ἡνίκα δὲ μικρὸν ἐνέδωκα τὰς ἡνίας, ὀξυδρόμως εὐθὺς ἀνέδραμε πρὸς τὴν ἑαυτοῦ ἐργασίαν, καθά φησιν 1 Προφήτης: Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. ἀποδέδεικται οὖν ἐκ πάντων τούτων, ὡς ἐφ̓ ἡμῖν ἐστιν κτῆσις τῆς ἀρετῆς, καὶ ἡμεῖς ταύτης κύριοι καθεστήκαμεν εἴτε θελήσομεν αὐτῆς ἀνθέξεσθαι, εἴτε τὴν ἁμαρτίαν προκρῖναι. οἱ μὲν οὖν δουλωθέντες τῇ κακίᾳ δυσαποσπάστως [174] αὐτῆς ἔχουσι, καθὰ δὴ προλαβὼν εἶπον. 2 Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῇ τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως [p. 294] 3 ἔτι τοῖς πάθεσι θύραν ἀνοίξῃς: ἀλλὰ τῇ εὐωδίᾳ καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῇ ταύτης θεωρίᾳ πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείῳ συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, Θεῷ διαλέγεσθαι καὶ συνεῖναι τῷ νοῒ καταξιωθείς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῷ προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῷ; τῇ διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. γὰρ πόθῳ θερμοτάτῳ καὶ καρδίᾳ κεκαθαρμένῃ προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ, φόβῳ τε καὶ τρόμῳ τὰς δεήσεις αὐτῷ προσάγων, τοιοῦτος [175] ὁμιλεῖ αὐτῷ καὶ πρόσωπον πρὸς πρόσωπον αὐτῷ διαλέγεται. Πάρεστι γὰρ πανταχοῦ ἀγαθὸς ἡμῶν Δεσπότης ἐπακούων τῶν εἰλικρινῶς καὶ καθαρῶς προσερχομένων αὐτῷ, καθάπερ φησὶν Προφήτης: 4 Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ 5 εἰς δέησιν αὐτῶν. καὶ διὰ τοῦτο οἱ Πατέρες τὴν προσευχὴν ἕνωσιν ἀνθρώπου πρὸς Θεὸν ὁρίζονται, 6 καὶ ἔργον ἀγγέλων ταύτην καλοῦσι, καὶ τῆς μελλούσης εὐφροσύνης προοίμιον. ἐπεὶ γὰρ βασιλείαν οὐρανῶν τὴν ἐγγύτητα καὶ θεωρίαν τῆς Ἁγίας Τριάδος πλέον πάντων τίθενται, πρὸς τοῦτο δὲ καὶ τῆς εὐχῆς προσεδρεία τὸν νοῦν χειραγωγεῖ, εἰκότως προοίμιον καὶ οἱονεὶ προεικόνισμα ἐκείνης τῆς μακαριότητος κέκληται αὕτη. οὐ πᾶσα δὲ εὐχὴ οὑτωσὶ καθέστηκεν, ἀλλ̓ [p. 296] τῆς προσηγορίας ταύτης ὄντως ἀξία, Θεὸν ἔχουσα διδάσκαλον, τὸν διδόντα εὐχὴν τῷ εὐχομένῳ, πάντων τῶν ἐπὶ γῆς ὑπεραρθεῖσα καὶ τῷ Δεσπότῃ Θεῷ ἀμέσως ἐντυγχάνουσα. Ταύτην σεαυτῷ περιποιοῦ, καὶ εἰς ταύτην ἀγωνίζου τὴν προκοπήν: ἱκανὴ γὰρ ὑπάρχει ἐκ γῆς εἰς οὐρανοὺς ἀνυψῶσαί σε. οὐκ ἀπαρασκεύως δὲ καὶ ὡς ἔτυχε προκόψεις ἐν ταύτῃ: ἀλλά, πάντων τῶν παθῶν τὴν ψυχὴν προκαθάρας, καὶ πάσης πονηρᾶς ἐνθυμήσεως ταύτην ἀποσμήξας ὡς καθαρὸν καὶ νεόσμηκτον ἔσοπτρον, πάσης τε [176] μνησικακίας καὶ μήνιδος σεαυτὸν μακρύνας, ἥτις πλέον πάντων τὰς ἡμετέρας εὐχὰς πρὸς Θεὸν ἀνάγεσθαι κωλύει, πᾶσί τε τοῖς ἡμαρτηκόσι σοι ἀπὸ καρδίας ἀφεὶς τὰ πλημμελήματα, καὶ ἐν 7 ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὴν εὐχὴν πτερώσας, προσάγαγε τῷ Θεῷ μετὰ θερμῶν δακρύων. οὕτως εὐχόμενος δυνήσῃ εἰπεῖν ὡς μακάριος Δαυΐδ: οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς 8 τὸν Θεόν: Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα: ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης: ἐφύλαξεν ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα: ἐγγισάτω δέησίς μου ἐνώπιόν σου, Κύριε: κατὰ τὸ λόγιόν σου συνέτισόν με. 9 Οὕτως βοῶντός σου Θεὸς ἐπακούσεται: ἔτι λαλοῦντός σου, ἐρεῖ: Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσῃ εὐχήν, μακάριος ἔσῃ: ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον [177] [p. 298] καὶ παρακαλοῦντα τὸν Θεόν, μὴ καθ̓ ἑκάστην προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ πασῶν ὑπερίπτασθαι τῶν τοῦ ἐχθροῦ παγίδων. γὰρ διαθερμάνας 10 αὐτοῦ τὴν διάνοιαν, καθάπερ τις τῶν ἁγίων ἔφησε, Καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἰδίων ἁμαρτημάτων ἀναμνησθείς, καὶ περὶ τῆς συγχωρήσεως τούτων διαλεχθείς, καὶ δάκρυσι θερμοτάτοις δεηθεὶς ἵλεω γενέσθαι αὐτῷ τὸν φιλάνθρωπον, ἀπὸ τῆς ἐν τοῖς λόγοις καὶ διαλογισμοῖς τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται, καὶ Θεῷ συνόμιλος ἀξιοῦται κληθῆναι: οὗπερ τί γένοιτ̓ ἂν μακαριώτερον ὑψηλότερον; ἀξιώσαι σε οὖν Κύριος τῆς τοιαύτης ἐπιτυχεῖν μακαριότητος. Ἰδοὺ γάρ σοι τὴν ὁδὸν ὑπέδειξα τῶν ἐντολῶν 11 τοῦ Κυρίου, καὶ οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. καὶ ἐγὼ μὲν ἤδη τὴν πρὸς σέ μου διακονίαν τετέλεκα: λοιπὸν αὐτὸς ἀναζωσάμενος τὴν ὀσφὺν τῆς διανοίας σου, κατὰ τὸν καλέσαντά σε ἅγιον, 12 καὶ αὐτὸς ἅγιος ἐν πάσῃ ἀναστροφῇ γενοῦ: Ἅγιοι γὰρ γίνεσθε, διότι ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος. γράφει δὲ καὶ κορυφαιότατος τῶν ἀποστόλων: Εἰ Πατέρα, φησίν, ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ [178] τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. [p. 300] Ταῦτα οὖν πάντα ἐν καρδίᾳ τιθέμενος, μέμνησο ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνῳ ἀπολαβεῖν τῷ αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ 13 τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου: ἐξηράνθη χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός: καὶ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα μηδέν σοι πλησιάσῃ τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ̓ ἀξιωθῇς ἐν πάσῃ τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῷ φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζομένης.

1 Ps. xlii. 1

2 Luke i. 78

3 Cp. Acts xin. 27

4 Ps. xxxiv. 5

5 John Clim. Scala, gradus 28;

6 John Chrys. Orat. 1 & 2, dc Orat.

7 Schol. on Scala by John Clim. p. 443

8 Ps. cxix. 163

9 Is. lvlil. 8, 9

10 shich of them?

11 Acts xx. 27

12 1 Pct. l. 13 ff.

13 Is. xi. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: