previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] δελεασθείς, ἀθλίως τούτων ἐξέπεσε πάντων: καὶ πρὶν ζηλωτὸς ἐλεεινὸς ὡρᾶτο καὶ δακρύων διὰ 1 τὴν συμφορὰν ἄξιος. πλάσας τοίνυν ἡμᾶς καὶ δημιουργήσας φιλανθρώποις πάλιν ἰδὼν ὀφθαλμοῖς τὸ τῶν οἰκείων χειρῶν ἔργον, τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ̓ ἀρχῆς, ἐγένετο δἰ 2 ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς, καὶ σταυρὸν ἑκουσίως καὶ θάνατον ὑπομείνας, τὸν ἄνωθεν τῷ ἡμετέρῳ γένει βασκαίνοντα κατέβαλε πολέμιον, καί, ἡμᾶς τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀνασωσάμενος, τὴν προτέραν ἀπέδωκε φιλαγάθως ἐλευθερίαν, καί, ὅθεν διὰ τὴν παρακοὴν ἐκπεπτώκαμεν, ἐκεῖ πᾶλιν διὰ φιλανθρωπίαν ἡμᾶς ἐπανήγαγε, μείζονος ἡμᾶς πρότερον τιμῆς ἀξιώσας. Τὸν δὴ τοιαῦτα δἰ ἡμᾶς παθόντα καὶ τοιούτων ἡμᾶς πάλιν καταξιώσαντα, τοῦτον αὐτὸς ἀθετεῖς [p. 26] καὶ εἰς τὸν ἐκείνου σταυρὸν ἀποσκώπτεις; ὅλος δὲ τῇ τρυφῇ τοῦ σώματος καὶ τοῖς ὀλεθρίοις προσηλωμένος πάθεσι, θεοὺς ἀναγορεύεις τὰ τῆς ἀτιμίας καὶ αἰσχύνης εἴδωλα; οὐ μόνον σεαυτὸν τῆς τῶν οὐρανίων ἀγαθῶν συναφείας ἀλλότριον κατεσκεύασας, ἀλλὰ καὶ πάντας τοὺς πειθομένους τοῖς σοῖς προστάγμασι ταύτης ἤδη ἀπέρρηξας,

1 John i. 1-3

2 Cp. Heb. iv. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: