previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν. ἕως μὲν γὰρ περὶ μόνην τὴν κοσμικὴν στρατείαν ἐξηταζόμεθα, οὐδὲν τῶν δεόντων ἡμεῖς ἐνελίπομεν: μαρτυρήσεις μοι καὶ αὐτὸς ὅτιπερ οὐδὲ ῥᾳθυμίαν τινὰ οὐδὲ ἀμέλειάν ποτε ἐνεκλήθημεν. Ἐπεὶ δὲ καὶ αὐτὸ τῶν καλῶν τὸ κεφάλαιον ἀφελέσθαι ἐφιλονείκησας ἡμᾶς, τὴν εὐσέβειαν, καὶ τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν, τιμῶν τε διὰ τοῦτο καὶ φιλοτιμίας ἀναμιμνήσκεις, πῶς οὐκ ἀμαθῶς ἔχειν σε τοῦ καλοῦ δικαίως ἂν εἴποιμι, ὅτι καὶ παραβάλλεις ὅλως [p. 24] αὐτὰ πρὸς ἄλληλα, εὐσέβειάν φημι πρὸς τὸν Θεὸν καὶ φιλίαν ἀνθρωπίνην καὶ δόξαν τὴν ἴσα παραρρέουσαν ὕδατι; πῶς δέ σοι καὶ κοινωνοὶ ἐσόμεθα ἐπὶ τούτῳ, καὶ οὐχί, τοὐναντίον, καὶ φιλίαν, καὶ τιμήν, και στοργὴν τέκνων καὶ εἴ τι ἄλλο μεῖζον ἦν, ἀρνησόμεθα; ὁρῶντές σε μᾶλλον, βασιλεῦ, ἀγνωμονοῦντα πρὸς τὸν Θεόν, τὸν καὶ αὐτό σοι τὸ εἶναι καὶ τὸ ἀναπνεῖν παρεχόμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, Κύριος τῶν ἁπάντων, ὃς συνάναρχος ὢν καὶ συναΐδιος τῷ Πατρὶ καὶ τοὺς οὐρανοὺς τῷ λόγῳ καὶ τὴν γῆν ὑποστήσας, τὸν 1 ἄνθρωπόν τε χερσὶν οἰκείαις ἐδημιούργησε καὶ ἀθανασίᾳ τοῦτον ἐτίμησε, καὶ βασιλέα τῶν ἐπὶ γῆς κατεστήσατο, καθάπερ τινὰ βασίλεια τὸ κάλλιστον ἁπάντων ἀποτάξας αὐτῷ, τὸν παράδεισον. 2 δέ, φθόνῳ κλαπεὶς καὶ ἡδονῇ ῾φεῦ μοἰ

1 Ps. cxix. 73

2 Wisd. ii. 24

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: