previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[171] 1 καὶ διώκων δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα, ἐπιλαβόμενος τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης. πᾶσαν δὲ ἡδονὴν [p. 288] καὶ ἐπιθυμίαν τῶν παθῶν μὴ μόνον τῇ κατὰ πρᾶξιν ἐνεργείᾳ μακρύνῃς ἀπὸ σοῦ, ἀλλὰ καὶ ταῖς κατ̓ ἔννοιαν ἐνθυμήσεσιν, ὡς ἂν ἀμόλυντόν σου τὴν ψυχὴν τῷ Θεῷ ὑποδείξῃς. οὐ μόνον γὰρ αἱ πράξεις, ἀλλὰ καὶ αἱ ἐνθυμήσεις ἡμῶν, ἀνάγραπτοι οὖσαι, στεφάνων τιμωριῶν πρόξενοι γίνονται: ταῖς καθαραῖς δὲ καρδίαις ἐνοικεῖν τὸν Χριστὸν ἅμα Πατρὶ καὶ Ἁγίῳ Πνεύματι ἐπιστάμεθα. ὡς δ̓ αὖ πάλιν καπνὸς μελίσσας, οὕτω τοὺς πονηροὺς λογισμοὺς ἐκδιώκειν ἡμῶν τὴν τοῦ θείου Πνεύματος χάριν μεμαθήκαμεν. διὸ ἐπιμελῶς πρὸς τοῦτο ἔχων πάντα διαλογισμὸν ἐμπαθείας ἀπαλείψας τῆς ψυχῆς, τὰς ἀρίστας ἐμφύτευσον ἐννοίας, ναὸν σεαυτὸν ποιῶν τοῦ Ἁγίου Πνεύματος. ἐκ τῶν διαλογισμῶν γὰρ καὶ πρὸς τὰς κατ̓ ἐνέργειαν πράξεις ἐρχόμεθα: καὶ πᾶν ἔργον, ἀπὸ ἐννοίας καὶ ἐνθυμήσεως προκόπτον, μικρᾶς ἐπιλαμβάνεται ἀρχῆς, εἶτα ταῖς κατὰ μικρὸν αὐξήσεσιν εἰς μεγάλα καταλήγει. Διὰ τοῦτο μηδὲ ὅλως σου κυριεῦσαι συνήθειαν ἐάσῃς κακήν, ἀλλὰ νεαρᾶς ἔτι οὔσης, ἔξελέ σου τῆς καρδίας τὴν πονηρὰν ῥίζαν, ἵνα μή, ἐμφυεῖσα καὶ ἐν τῷ βάθει τὰς ῥίζας ἐμπήξασα, χρόνου καὶ κόπου δεηθῇ τοῦ ἐκριζωθῆναι. διὰ τοῦτο γὰρ ἀεὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται ἡμῖν καὶ καταδυναστεύει τῶν ἡμετέρων ψυχῶν, ὅτι τὰ ἐλάττονα δοκοῦντα εἶναι, οἷον ἐνθυμήσεις πονηραί,

1 1 Tim. vi. 11

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: