previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[164] αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως, τίς τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις ; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα: τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. 1 Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη ῾ἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης: οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει: ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς 2 οὐρανοὺς ἀνεληλυθότἀ, καὶ ἥξειν πάλιν μετὰ [p. 278] δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν 3 ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς. ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς 4 μηνμείοις: καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει 5 κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ̓ ἐν ἁμαρτίαις

1 Luke i. 78

2 2 Tim. iv. 1

3 John v. 28

4 Cp. Dan. xii. 2

5 John viii. 24

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: