previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[162] διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ: ἕνα μὲν [p. 274] γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων: ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως 1 τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος: δἰ οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: 2 καὶ ἓν εἰδὼς Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον. οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ̓ οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ: κοινὸν μὲν γὰρ τῶν τριῶν θεότης, καὶ μία αὐτῶν φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, 3 μία δύναμις, μία ἐξουσία: κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ τοῦ

1 Wisd. vii. 26 ; Heb. i. 3 John i. 2, 3

2 John xv. 26

3 Greg. Naz. Orat. xxv. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: