previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[152] τῇ δικαιοσύνῃ: τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ̓ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος. Εἶπε δὲ Ἰωάσαφ πρὸς αὐτόν: Ἐπείπερ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή. δὲ γέρων ἀπεκρίνατο: Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον ἐκ θανάτου πρὸς ζωὴν τὴν 1 κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον. διό φησιν 2 Ἀπόστολος: Οἴδαμεν ὅτι, ἐὰν ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς: καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα: καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει

1 Col. iii. 3

2 2 Cor. v. 1-4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: