previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[141] κέρδος ῾ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις᾿, οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος: ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν εἰκασμῷ ὑποπιπτόντων. κατ̓ εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς 1 τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν

1 Luke i. 78

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: