previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[129] βασιλέως ἡμῶν καὶ Θεοῦ, ἀπάγουσαν ἡμᾶς τῶν φθαρτῶν, καὶ τῶν ἀϊδίων μετόχους ἐργαζομένην. [p. 218] Παλαιᾶς οὖν, φησὶν Ἰωάσαφ, καὶ οὕτως ἀναγκαίας οὔσης τῆς τοιαύτης φιλοσοφίας, πῶς οὐ πολλοὶ ζηλοῦσι σήμερον τουτονὶ τὸν βίον; δὲ γέρων ἔφη: Πολλοὶ μὲν ἐζήλωσαν καὶ ζηλοῦσιν, οἱ πλεῖστοι δὲ ὀκνοῦσι καὶ ἀναδύονται: 1 Ὀλίγοι γάρ, καθά φησιν Κύριος, οἱ τῆς στενῆς 2 ὁδοῦ καὶ τεθλιμμένης ὁδοιπόροι, τῆς ἀνειμένης δὲ καὶ πλατείας οἱ πλείους. οἱ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας καὶ τῶν τῆς φιληδονίας κακῶν ἁλόντες, τῇ κενῇ δὲ καὶ ματαίᾳ προστετηκότες δόξῃ, δυσαποσπάστως αὐτῶν ἔχουσιν, ὡς ἅτε δούλους ἑαυτοὺς ἑκουσίως ἀπεμπολήσαντες ἀλλοτρίῳ δεσπότῃ, καὶ ἀπ̓ ἐναντίας ἱστάμενοι τῷ ταῦτα ἐπιτάττοντι Θεῷ, καὶ δέσμιοι αὐτῷ κατεχόμενοι. ψυχὴ γὰρ καθάπαξ ἀπογνοῦσα τῆς οἰκείας σωτηρίας, τὰς ἡνίας αὑτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ περιφέρεται. διὰ τοῦτο ὀλοφυρόμενος Προφήτης τὴν περικεχυμένην ἄνοιαν ταῖς τοιαύταις ψυχαῖς, καὶ τῆς ἐπικειμένης 3 αὐταῖς ἀχλύος τὴν παχύτητα θρηνῶν, ἔλεγεν Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ὅτῳ τις καὶ τῶν 4 ἡμετέρων σοφῶν διδασκάλων, θεολογικώτατος ἀνήρ, συνᾴδων, καί τινα παῤ ἑαυτοῦ προστιθείς, ἐκβοᾷ πᾶσιν ὡς ἐξ ἀπόπτου τινὸς καὶ ὑψηλοτάτης

1 Mat. vii. 13

2 Luke xiii., 23

3 Ps. iv. 2

4 Greg. Naz. Orat. ix. p. 151

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: