previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[123] προσπάθειαν καὶ ἀπορρίψαντι κατέφανη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν 1 ἀγαθῶν κεφάλαιον ὑπάρχειν: τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη: ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ̓ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν 2 τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν τοῦ 3 Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῇ σκολιὸν στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ̓ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν 4 δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν 5 τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς 6 τε καὶ συντόμως βαδίζειν: ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν. Οὕτως μου τὰ κατ̓ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος: Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι: ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ

1 Ps. cxi. 10

2 Ps. cxix. 32

3 Prov. viii. 8

4 Is. lii. 7

5 Rom. x. 15

6 Eph. vl. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: