previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[98] ἑκάστην νύκτα τὴν κλίνην μου: ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλεους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ 1 τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστευομεν: 2 χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν: οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν [p. 166] πρὸς μετάνοιαν παλινδρομῆσαι: οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει: ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα: καὶ ὁσάκις ἂν τοῦτο

1 Is. i. 18

2 Cp. 1 Tim. ii. 4; iv. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: