previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[82] 1 φύλακες καὶ σωτῆρες; τί γάρ, φησίν, ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κατακενοῦσι χρήματα, στήλας τοῖς δαίμοσι καὶ ἀγάλματα ἐγεῖραι, καὶ φληναφοῦσιν ἀγαθῶν παρόχους αὐτοὺς ὑπάρχειν, αἰτοῦντες παῤ αὐτῶν λαβεῖν ἅπερ οὔτε πώποτε ἐκτήσαντο, οὔτε μὴν ἔτι κτήσονται. 2 διὸ γέγραπται: Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ̓ 3 αὐτοῖς: οἵτινες, φησί, μισθωσάμενοι χρυσοχόον, [p. 140] ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτοῖς. αἴρουσιν αὐτὰ ἐπὶ τῶν ὤμων καὶ πορεύονται: ἐὰν δὲ θῶσιν αὐτὰ ἐπὶ τοῦ τόπου, μενεῖ ἐν αὐτῷ, οὐ μὴ κινηθῇ. καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτά, οὐ μὴ εἰσακούσῃ αὐτοῦ, ἀπὸ κακῶν 4 οὐ μὴ σώσῃ αὐτόν. Διὸ αἰσχύνθητε αἰσχύνην αἰώνιον, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς: Ὑμεῖς ἐστὲ θεοὶ ἡμῶν. 5 Ἔθυσαν γάρ, φησί, δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν: καινοὶ καὶ πρόσφατοι ἥκασιν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστὶ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ἐκ ταύτης οὖν τῆς πονηρᾶς γενεᾶς καὶ ἀπίστου 6 προσκαλεῖταί σε Κύριος, λέγων σοι: Ἔξελθε ἐκ 7 μέσου αὐτῶν καὶ ἀφορίσθητι, καὶ ἀκαθάρτου μὴ 8 ἅψῃ, ἀλλὰ σώθητι ἐκ τῆς γενεᾶς τῆς σκολιᾶς 9 ταύτης: ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις: γὰρ πολυαρχία τῶν παῤ ὑμῖν θεῶν καὶ ἄτακτον καὶ στασιῶδες καὶ παντελῶς

1 Is. viii. 19

2 Pss. exv. 8; cxxxv. 18

3 Is. xlvi. 6, 7

4 Is. xlii. 17

5 Deut. xxxii. 17, 20

6 Is. lii. 11

7 2 Cor. vi. 17

8 Acts li. 40

9 Mic. ii. 10

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: