Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
κατὰ τῶν εὐσεβῶν καὶ σφαγὰς ἀδίκους ἀποφαινόμενα.
ἐξαιρέτως δὲ κατὰ τῶν τοῦ μοναδικοῦ
σχήματος λογάδων θυμομαχῶν, ἄσπονδον ἤγειρε
τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλεμον. ταύτῃ
τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν
ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες
ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι.
οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες
καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν
ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ
τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος: οἱ δὲ ἐν
[p. 14]
ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν
1 ἠπειλημένων βασάνων, ἀλλ̓ οἰκονομίᾳ τινὶ θειοτέρᾳ.
1 Mat. x. 23
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.