previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων 1 σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ 2 βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου 3 διαγωγῆς φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων. οὕτω καλῶς ἐχόντων τῶν

1 Eus. H.E., i. 13; iii. 1

2 Socr. H.E., i. 19; iv. 18

3 Ps. xix. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: