Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ
περικόπτοντα τὰ γένεια,
ὃ γὰρ ἀπῆλθε φύσει,
τοῦτο
μένει τέχνῃ,
ἡδίστη δὲ ἡ τῶν ἀπολλυμένων ἀνάκτησις,
ὥστ᾽,
εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο,
τῇ μὲν
κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων,
ὡς
τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα,
τοὺς
δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι,
καθάπερ φησὶν Ὅμηρος
τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶν —
κεφαλὴ γὰρ
ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ,
εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν
ὁρᾶσθαι μηδὲ ἀκόσμητον —
τὰ δὲ γένειά σοι ψιλὰ
ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέλη
μήτε ἀχλύς.
ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα
ὄμματα,
οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα.
εἴτε
οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις
δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ
μηχανῇ,
πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον.
οὕτω
γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.