previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νη

ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ περικόπτοντα τὰ γένεια, γὰρ ἀπῆλθε φύσει, τοῦτο μένει τέχνῃ, ἡδίστη δὲ τῶν ἀπολλυμένων ἀνάκτησις, ὥστ᾽, εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο, τῇ μὲν κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων, ὡς τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα, τοὺς δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι, καθάπερ φησὶν Ὅμηρος τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶνκεφαλὴ γὰρ ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ, εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν ὁρᾶσθαι μηδὲ ἀκόσμητοντὰ δὲ γένειά σοι ψιλὰ ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέλη μήτε ἀχλύς. ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα ὄμματα, οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα. εἴτε οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ μηχανῇ, πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον. οὕτω γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: