Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ᾽ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ‘ποίησόν με’ ἔφη ‘βασιλέα’. ὁ δὲ ‘ἐποίησα’, εἶπεν ‘ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.’ ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, ‘τί σοι’ ἔφη ‘Νέρωνος ἀρχὴ ἐφαίνετο;’ καὶ ὁ Ἀπολλώνιος ‘Νέρων’ εἶπε ‘κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.’ ‘ξύμμετρον οὖν’ ἔφη ‘κελεύεις εἶναι τὸν ἄρχοντα;’ ‘οὐκ ἐγώ’, εἶπε ‘θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες’ τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε [p. 187] δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας ‘ὦ Ζεῦ’ ἔφη ‘σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ.’ καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους ‘ἀρύσασθε’, εἶπεν ‘ὡς Νείλου καὶ ἐμοῦ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.