previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ᾽ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷποίησόν μεἔφηβασιλέα’. δὲἐποίησα’, εἶπενἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.’ ὑπερησθεὶς δὲ τούτοις βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, ‘τί σοιἔφηΝέρωνος ἀρχὴ ἐφαίνετο;’ καὶ ἈπολλώνιοςΝέρωνεἶπεκιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.’ ‘ξύμμετρον οὖνἔφηκελεύεις εἶναι τὸν ἄρχοντα;’ ‘οὐκ ἐγώ’, εἶπεθεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρεςτὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε [p. 187] δὴ ἀνασχὼν βασιλεὺς τὰς χεῖρας Ζεῦἔφησοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ.’ καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίουςἀρύσασθε’, εἶπενὡς Νείλου καὶ ἐμοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: