πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δ᾽ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ᾽ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρους ‘ἔστι τι μυθολογία;’ ‘νὴ Δί᾽’, εἶπεν ὁ Μένιππος ‘ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι’. ‘τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ;’ ‘μυθολόγον’ εἶπε ‘καὶ λογοποιὸν [p. 175] πάντα’. ‘πότεροι δὲ σοφοὶ τῶν μύθων;’ ‘οἱ τῶν ποιητῶν’, εἶπεν ‘ἐπειδὴ ὡς γεγονότες ᾄδονται’. ‘οἱ δὲ δὴ Αἰσώπου τί;’ ‘βάτραχοι’ ἔφη ‘καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις’. ‘καὶ μὴν’ ἔφη ‘ἐμοὶ’ ὁ Ἀπολλώνιος, ‘ἐπιτηδειότεροι πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται: οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πανουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν ἢ τυραννεύειν ἐφ᾽ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέστησεν, ἀλλ᾽ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμενος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε ἢ μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον ἢ οἱ ποιηταὶ ἥψατο: οἱ μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, ὁ δ᾽ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει. καὶ ὁ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν, εἰ ἐγένετο, ὁ δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ ὁ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χαρίεν δ᾽ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπ᾽ αὐτῶν ἐκνηπιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν [p. 176] ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ ὁ μὲν ποιητὴς εἰπὼν
ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ουσίαν ἐς ὃ προὔθετο.’
πολλαὶ μορφαὶ τῶν δαιμονίων