previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, τύφει τὴν Αἴτνην, αὐτοὶ δ᾽ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ᾽ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρουςἔστι τι μυθολογία;’ ‘νὴ Δί᾽’, εἶπεν Μένιπποςἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι’. ‘τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ;’ ‘μυθολόγονεἶπεκαὶ λογοποιὸν [p. 175] πάντα’. ‘πότεροι δὲ σοφοὶ τῶν μύθων;’ ‘οἱ τῶν ποιητῶν’, εἶπενἐπειδὴ ὡς γεγονότες ᾄδονται’. ‘οἱ δὲ δὴ Αἰσώπου τί;’ ‘βάτραχοιἔφηκαὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις’. ‘καὶ μὴνἔφηἐμοὶ Ἀπολλώνιος, ‘ἐπιτηδειότεροι πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται: οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πανουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν τυραννεύειν ἐφ᾽ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέστησεν, ἀλλ᾽ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμενος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον οἱ ποιηταὶ ἥψατο: οἱ μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, δ᾽ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει. καὶ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν, εἰ ἐγένετο, δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χαρίεν δ᾽ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπ᾽ αὐτῶν ἐκνηπιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν [p. 176] ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ μὲν ποιητὴς εἰπὼν

πολλαὶ μορφαὶ τῶν δαιμονίων
τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ουσίαν ἐς προὔθετο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: