previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


41.

οἷσιν ἕλκεα ἐγένετο, αὐτίκα, ὀστέων ἐξισχόντων, ἔπειτα, κνησμῶν, τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως σας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος, καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος: οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤΡ῾ήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται νάρθηκας δὲ μήτε κατ᾽ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν: καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν: ὧν δὲ μεγάλα, οὔ: πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ᾽ οὐκ ἔτι οὕτως, ἀλλ᾽ ἀνέψυκται τῶν ὑποστασίων εἵνεκα.

τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ, εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἷαι πέδαις, μὲν παρὰ σφυρὸν, δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι: ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν: ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ

ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ.

ἴησις δὲ, πισσηρὴ θερμή: σχήματα, καὶ ποδὸς. θέσις καὶ ἰσχίου: δίαιτα ἀτρεκής.

ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, δευτεραῖα, τεταρταῖα δὲ πεμπταῖα, μὴ, ἀλλ᾽ ἐπὴν ἰσχνὰ .

δ᾽ ἐμβολὴ τοῖσι μοχλικοῖσιν: τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων.

ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσεῖται, καὶ βραχύτερα τὰ μέλεα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: