Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
41.
οἷσιν ἕλκεα ἐγένετο,
ἢ αὐτίκα,
ἢ ὀστέων ἐξισχόντων,
ἢ
ἔπειτα,
ἢ κνησμῶν,
ἢ τρηχυσμῶν,
ταῦτα μὲν ἢν αἰσθῇ,
εὐθέως
σας,
πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς,
ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος
πρῶτον τὴν ἀρχὴν βαλλόμενος,
καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος
ἐόντος:
οὕτω γὰρ αὐτό τε ἰσχνότατον,
καὶ ἐκπυήσει τάχιστα,
καὶ
περιῤΡ῾ήξεται,
καὶ καθαρθέντα τάχιστα φύσεται νάρθηκας δὲ
μήτε κατ᾽ αὐτὸ τοῦτο προσάγειν,
μήτε πιέζειν:
καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν,
οὕτω ποιέειν:
ὧν δὲ μεγάλα,
οὔ:
πολλὴ γὰρ ἐμπύησις,
καὶ ταῦτ᾽ οὐκ ἔτι οὕτως,
ἀλλ᾽ ἀνέψυκται τῶν ὑποστασίων
εἵνεκα.
τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε,
καὶ,
εἴ τε ἐμβληθῇ,
εἴ τε
μὴ,
ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον,
διάτασις δὲ,
σφαῖραι ποιηθεῖσαι,
οἷαι πέδαις,
ἡ μὲν παρὰ σφυρὸν,
ἡ δὲ παρὰ γόνυ,
ἐς κνήμην πλατεῖαι,
προσηνέες,
ἰσχυραὶ,
κρίκους ἔχουσαι:
ῥάβδοι τε
σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος,
ὥστε διατείνειν:
ἱμάντια
δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι,
ὡς τὰ
ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ.
ἴησις δὲ,
πισσηρὴ
θερμή:
σχήματα,
καὶ ποδὸς.
θέσις καὶ ἰσχίου:
δίαιτα ἀτρεκής.
ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα,
ἢ δευτεραῖα,
τεταρταῖα δὲ ἢ πεμπταῖα,
μὴ,
ἀλλ᾽ ἐπὴν ἰσχνὰ ᾖ.
ἡ δ᾽ ἐμβολὴ
τοῖσι μοχλικοῖσιν:
ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου,
ἢν μὴ ἔχῃ ἀποστήριξιν,
ἀποπρῖσαι τῶν κωλυόντων.
ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσεῖται,
καὶ βραχύτερα τὰ μέλεα.