previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


47.

ὡς μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων.

καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν.

ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει: πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα.

τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς.

κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν: κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν: ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι.

Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα.

ἔτι δὲ πρὸς τούτοισιν, εἴ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ: εἰ δ᾽ αὖ

ξυγκεκαμμένη, μᾶλλον εὔχρηστος ἂν εἴη: πολλῷ δὲ εὐχρηστοτέρη, εἰ τὸ διὰ μέσου σχῆμα ἔχουσα πωρωθείη.

τὰ μὲν περὶ τοῦ σχήματος τοιαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: