next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1.

ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι: αὕτη γὰρ δικαιοτάτη φύσις.

ἢν δέ τι ἐγκλίνῃ τῇ τῇ, ἐπὶ τὸ πρηνὲς Ρ῾έπειν: ἐλάσσων γὰρ ἁμαρτὰς ἐπὶ τὸ ὕπτιον.

οἱ μὲν οὖν μηδὲν προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσιν ὡς ἐπὶ τὸ πουλύ: αὐτὸς γὰρ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει, οὕτως

ὑπὸ τῆς δικαίης φύσιος ἀναγκαζόμενος: οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθεν ἐστὶν οἳ ἁμαρτάνουσιν.

σπουδὴ μὲν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι, καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν: ἀναγκάζομαι δ᾽ ἐγὼ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς εν ἐπιδέσει, ἀφ᾽ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι.

ἄλλα γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται: τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν, τὸ ξύνηθες, ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον, τὸ εὔδηλον.

ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν, τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσιος τῆς χειρός: καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε λόγος ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: